TLG 4170 001 :: VITAE PINDARI ET VARIA DE PINDARO :: Vitae Pindari et varia de Pindaro

VITAE PINDARI ET VARIA DE PINDARO Biogr. Gramm.
(Varia)

Cf. et PINDARUS Lyr. (0033)

Vitae Pindari et varia de Pindaro

Source: Drachmann, A.B. (ed.), Scholia vetera in Pindari carmina, vol. 1. Leipzig: Teubner, 1903 (repr. Amsterdam: Hakkert, 1969): 1–11.

  • Vita Ambrosiana: vol. 1, pp. 1–4
  • Vita Thomana et hypothesis Olympiorum: vol. 1, pp. 4–8
  • Vita metrica: vol. 1, pp. 8–9
  • Pentathlon et de novem lyricis: vol. 1, pp. 10–11

Citation: Page — (line)

1

(t)

Βίος Πινδάρου.
1Πίνδαρος ὁ ποιητὴς Θηβαῖος ἦν ἐκ Κυνοκεφάλων· κώμη δέ ἐστι Θηβαϊκή· υἱὸς δὲ Δαϊφάντου, κατὰ δ’ ἐνίους Παγώνδα. ἔνιοι δὲ Σκοπελίνου αὐτὸν γενεαλογοῦσι, τινὲς δὲ τὸν Σκο‐ πελῖνον πατρωὸν αὐτοῦ γενέσθαι καὶ αὐλητὴν ὄντα τὴν τέχνην
5διδάξαι. μητρὸς δὲ Κλεοδίκης· οἱ δὲ Κληδίκης γράφουσι. παῖς δὲ ὢν ὁ Πίνδαρος, ὡς Χαμαιλέων καὶ Ἴστρος φασὶ, περὶ τὸν Ἑλικῶνα θηρῶντα αὐτὸν ὑπὸ πολλοῦ καμάτου εἰς ὕπνον κατενεχθῆναι, κοιμωμένου δὲ αὐτοῦ μέλισσαν τῷ στό‐ ματι προσκαθίσασαν κηρία ποιῆσαι. οἱ δέ φασιν ὅτι ὄναρ
10εἶδεν ὡς μέλιτος καὶ κηροῦ πλῆρες εἶναι αὐτοῦ τὸ στόμα, καὶ ἐπὶ ποιητικὴν ἐτράπη. διδάσκαλον δὲ αὐτοῦ Ἀθήνησιν οἱ μὲν Ἀγαθοκλέα, οἱ δὲ Ἀπολλόδωρον λέγουσιν, ὃν καὶ προϊ‐ στάμενον κυκλίων χορῶν ἀποδημοῦντα πιστεῦσαι τὴν διδα‐ σκαλίαν τῷ Πινδάρῳ παιδὶ ὄντι, τὸν δὲ εὖ διακοσμήσαντα
15διαβόητον γενέσθαι. ἔρεισμα δὲ τῆς Ἑλλάδος εἰπὼν Ἀθή‐
νας (fr. 76) ἐζημιώθη ὑπὸ Θηβαίων χιλίαις δραχμαῖς ἃς1

2

ἐξέτισαν ὑπὲρ αὐτοῦ Ἀθηναῖοι. ἦν δὲ οὐ μόνον εὐφυὴς ποιητὴς, ἀλλὰ καὶ ἄνθρωπος θεοφιλής. ὁ γοῦν Πὰν ὁ θεὸς ὤφθη μεταξὺ τοῦ Κιθαιρῶνος καὶ τοῦ Ἑλικῶνος ᾄδων παιᾶνα Πινδάρου· διὸ καὶ ᾆσμα ἐποίησεν εἰς τὸν θεὸν ἐν ᾧ χάριν
5ὁμολογεῖ τῆς τιμῆς αὐτῷ, οὗ ἡ ἀρχή (fr. 95)· ὦ Πὰν Πὰν Ἀρκαδίας μεδέων καὶ σεμνῶν ἀδύτων φύλαξ. ἀλλὰ καὶ ἡ Δημήτηρ ὄναρ ἐπιστᾶσα αὐτῷ ἐμέμψατο, ὅτι μόνην τῶν θεῶν οὐχ ὕμνησεν· ὁ δὲ εἰς αὐτὴν ἐποίησε ποίημα οὗ ἡ ἀρχή (fr. 37)· Πότνια θεσμοφόρε χρυσάνιον. ἀλλὰ καὶ βωμὸν ἀμφοτέρων τῶν
10θεῶν πρὸ τῆς οἰκίας τῆς ἰδίας ἱδρύσατο. Παυσανίου δὲ τοῦ Λακεδαιμονίων βασιλέως ἐμπιπρῶντος τὰς Θήβας ἐπέγραψέ τις τῇ οἰκίᾳ· Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ καίετε· καὶ οὕτως μόνη ἀπόρθητος ἔμεινεν, καὶ ἔστι τὸ νῦν ἐν Θήβαις πρυτανεῖον. ἀλλὰ καὶ ἐν Δελφοῖς ὁ προφήτης
15μέλλων κλείειν τὸν νεὼν κηρύσσει καθ’ ἡμέραν· Πίνδαρος ὁ μουσοποιὸς παρίτω πρὸς τὸ δεῖπνον τῷ θεῷ. καὶ γὰρ ἐν τῇ τῶν Πυθίων ἑορτῇ ἐγεννήθη, ὡς αὐτός φησι (fr. 193)· Πενταετηρὶς ἑορτὰ βουπομπὸς, ἐν ᾇ πρῶτον εὐνάσθην ἀγα‐ πατὸς ὑπὸ σπαργάνοις. λέγεται δὲ θεωροὺς ἀπιόντας εἰς
20Ἄμμωνος αἰτῆσαι Πινδάρῳ τὸ ἐν ἀνθρώποις ἄριστον, καὶ ἀποθανεῖν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ. ἐπέβαλλε δὲ τοῖς χρόνοις Σιμωνίδῃ ᾗ νεώτερος πρεσβυτέρῳ· τῶν γοῦν αὐτῶν μέμνην‐
ται ἀμφότεροι πράξεων. καὶ γὰρ Σιμωνίδης (fr. 83) τὴν2

3

ἐν Σαλαμῖνι ναυμαχίαν γέγραφε καὶ Πίνδαρος (fr. 272) μέ‐ μνηται τῆς Κάδμου βασιλείας. ἀλλὰ καὶ ἀμφότεροι παρὰ Ἱέρωνι τῷ Συρακοσίων τυράννῳ γεγένηνται. γήμας δὲ Με‐ γάκλειαν τὴν Λυσιθέου καὶ Καλλίνης ἔσχεν υἱὸν Δαΐφαντον,
5ᾧ καὶ δαφνηφορικὸν ᾆσμα ἔγραψεν· καὶ θυγατέρας δύο, Πρωτομάχην καὶ Εὔμητιν. γέγραφε δὲ βιβλία ἑπτακαίδεκα· ὕμνους, παιᾶνας, διθυράμβων βʹ, προσοδίων βʹ· παρθε‐ νίων βʹ, φέρεται δὲ καὶ γʹ ὃ ἐπιγράφεται κεχωρισμένων παρθενίων· ὑπορχημάτων βʹ, ἐγκώμια, θρήνους, ἐπινίκων δʹ.
10φέρεται δὲ ἐπίγραμμα ἐπὶ τῇ τελευτῇ αὐτοῦ τόδε·
Ἦ μάλα Πρωτομάχα σε καὶ Εὔμητις λιγύφωνοι
ἔκλαυσαν πινυταὶ, Πίνδαρε, θυγατέρες,
Ἀργόθεν ἦμος ἵκοντο κομίζους’ ἔνδοθι κρωσσοῦ
λείψαν’ ἀπὸ ξείνης ἀθρόα πυρκαϊῆς.
15tΠινδάρου ἀποφθέγματα.
16Πίνδαρος ὁ μελοποιὸς ἐρωτηθεὶς ὑπό τινος τί πρίονος ὀξύτερον, εἶπε· διαβολή. Παραγενόμενος δὲ εἰς Δελφοὺς καὶ ἐρωτώμενος τί πάρεστι θύσων, εἶπε· παιᾶνα.
20Ἐπερωτηθεὶς πάλιν διὰ τί Σιμωνίδης πρὸς τοὺς τυ‐ ράννους ἀπεδήμησεν εἰς Σικελίαν, αὐτὸς δὲ οὐ θέλει· ὅτι βούλομαι, εἶπεν, ἐμαυτῷ ζῆν, οὐκ ἄλλῳ.
Ἐρωτηθεὶς δὲ διὰ τί οὐ τῷ εὖ πράττοντι τὴν θυγα‐3

4

τέρα δίδωσιν, οὐ μόνον δεῖσθαί φησιν εὖ πράττοντος, ἀλλὰ καὶ πράξοντος εὖ. Ἐρωτηθεὶς πάλιν ὑπό τινος διὰ τί μέλη γράφων ᾄδειν οὐκ ἐπίσταται, εἶπε· καὶ γὰρ οἱ ναυπηγοὶ πηδάλια κατα‐
5σκευάζοντες κυβερνᾶν οὐκ ἐπίστανται. Τοὺς φυσιολογοῦντας ἔφη ἀτελῆ σοφίας δρέπειν καρπὸν (fr. 209).
8tEHKQQbθ Πινδάρου γένος.
9Πίνδαρος τὸ μὲν γένος Θηβαῖος, υἱὸς Δαϊφάντου κατὰ
10τοὺς ἀληθεστέρους· οἱ δὲ Σκοπελίνου· οἱ δὲ τὸν αὐτὸν Σκοπελίνου φασίν. οἱ δὲ Παγώνδα καὶ Μυρτοῦς, ἀπὸ κώ‐ μης Κυνοκεφάλων. ἡ δὲ Μυρτὼ ἐγαμήθη Σκοπελίνῳ τῷ αὐλητῇ, ὃς τὴν αὐλητικὴν διδάσκων τὸν Πίνδαρον, ἐπεὶ εἶδε μείζονος ἕξεως ὄντα, παρέδωκε Λάσῳ τῷ Ἑρμιονεῖ με‐
15λοποιῷ, παρ’ ᾧ τὴν λυρικὴν ἐπαιδεύθη. γέγονε δὲ κατὰ [τοὺς] χρόνους Αἰσχύλου, καὶ συγγεγένηται, καὶ τέθνηκεν
ὅτε καὶ τὰ Περσικὰ ἤκμαζον. ἔσχε δὲ θυγατέρας δύο,4

5

Εὔμητιν καὶ Πρωτομάχην. κατῴκει δὲ τὰς Θήβας, πλησίον τοῦ ἱεροῦ τῆς μητρὸς τῶν θεῶν τὴν οἰκίαν ἔχων. ἐτίμα δὲ τὴν θεὸν σφόδρα, ὢν εὐσεβέστατος, καὶ τὸν Πᾶνα, καὶ τὸν Ἀπόλλωνα, εἰς ὃν καὶ πλεῖστα γέγραφε. νεώτερος δὲ ἦν
5Σιμωνίδου, πρεσβύτερος δὲ Βακχυλίδου. κατὰ δὲ τὴν Ξέρξου κατάβασιν ἤκμαζε τῇ ἡλικίᾳ. ἐτιμήθη δὲ σφόδρα ὑπὸ πάν‐ των τῶν Ἑλλήνων διὰ τὸ ὑπὸ τοῦ Ἀπόλλωνος φιλεῖσθαι οὕτως, ὡς καὶ μερίδα λαμβάνειν ἀπὸ τῶν προσφερομένων τῷ θεῷ, καὶ τὸν ἱερέα βοᾶν ἐν ταῖς θυσίαις· Πίνδαρον
10ἐπὶ τὸ δεῖπνον τοῦ θεοῦ. λόγος καὶ τὸν Πᾶνα εὑρῆσαί ποτε ᾄδοντα περὶ τοῦ Πέλοπος· λόγος δὲ ὅτι ποτὲ Λακε‐ δαιμόνιοι Βοιωτοὺς ἐμπρήσαντες καὶ Θήβας ἀπέσχοντο μόνης τῆς οἰκίας αὐτοῦ, θεασάμενοι ἐπιγεγραμμένον τὸν στίχον τοῦτον· Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ καίετε.
15ὅπερ καὶ τὸν Ἀλέξανδρον μετὰ ταῦτά φασι πεποιηκέναι· καὶ γὰρ οὗτος ἐμπρήσας τὰς Θήβας μόνης ἐκείνης ἐφείσατο.
ἐχθρωδῶς δὲ διακειμένων τῶν Ἀθηναίων πρὸς τοὺς Θη‐5

6

βαίους, ἐπεὶ εἶπεν ἐν τοῖς ποιήμασιν· ὦ ταὶ λιπαραὶ καὶ μεγαλοπόλιες Ἀθᾶναι, ἐζημίωσαν αὐτὸν χρήμασι Θηβαῖοι, ἅπερ ὑπὲρ αὐτοῦ ἔτισαν Ἀθηναῖοι. γέγραπται δὲ αὐτῷ ἑπτα‐ καίδεκα βιβλία, ὧν τέσσαρα ἡ λεγομένη περίοδος λέγει τάδε·
5Qbv Ὀλυμπιονίκας Πυθιονίκας Ἰσθμιονίκας Νεμεονίκας. [Ἔστι δὲ τὰ Ὀλύμπια ἀγὼν εἰς τὸν Δία, τὰ Πύθια ἀγὼν εἰς τὸν Ἀπόλλωνα, τὰ Νέμεα ἀγὼν καὶ αὐτὸς εἰς Δία, τὰ δὲ Ἴσθμια ἀγὼν εἰς Ποσειδῶνα. τὰ δὲ ἔπαθλα τούτων ἐλαία, δάφνη,
EHKQθ σέλινον ξηρόν τε καὶ χλωρόν.] ἀλλὰ περὶ μὲν τῶν ἄλλων
10καὶ τὰ ἐπιβάλλοντα τούτοις ὕστερον ἐροῦμεν· νῦν δὲ περὶ τῆς θέσεως τῶν Ὀλυμπιονικῶν λεκτέον. τινὲς μὲν οὖν ταύτην εἰς τὰ περὶ Οἰνομάου καὶ Πέλοπος τοῖς χρόνοις ἀνα‐ φέρουσιν· ἄλλοι δέ φασιν ὡς οὕτως αἰσχρὰν οὖσαν τὴν θέσιν οὐκ ἂν διεφύλαξαν· ἄλλοι δὲ Ἡρακλεῖ ἀνατιθέασιν,
15ὡς καὶ Πίνδαρος (O. X), ἐνδοξοτέροις κοσμῶν τὸν ἀγῶνα.
ἐπεὶ γὰρ τὴν Αὐγείου κόπρον καθῆρε καὶ τῶν ἐπηγγελμέ‐6

7

νων οὐκ ἔτυχε, συναγαγὼν στρατόπεδον τόν τε Αὐγείαν φονεύει καὶ τὴν Ἦλιν παρίσταται, καὶ πολλὰ λάφυρα περι‐ ποιησάμενος ἀγῶνα τίθησι τοῖς μετ’ αὐτοῦ πολεμήσασιν· ὅθεν καὶ τὸ ἔθος διαμεῖναι. ἀλλ’ οὐδὲ αὕτη ἔμεινεν ἡ
5θέσις, ἐπεὶ τῆς συμβάσης αὐτοῖς δυσχερείας ὑπόμνησις ἦν. ἀλλ’ Ἴφιτός τις καὶ Εὐρύλοχος τοὺς Κιρραίους πολεμήσαντες (οὗτοι δὲ ἦσαν οἱ τὴν πάραλον τῆς Φωκίδος λῃσταὶ κατέ‐ χοντες) καὶ πολλὰ λάφυρα συναγαγόντες, ὁ μὲν Ἴφιτος τὰ Ὀλύμπια κατέβαλεν, ὁ δὲ τὰ Πύθια· καὶ ταύτην ἐπιμεῖναι
10τὴν θέσιν συνέβη. Τέθνηκε δὲ ὁ Πίνδαρος ἓξ καὶ ἑξήκοντα ἐτῶν γεγονὼς ἐπὶ Ἀβίωνος ἄρχοντος κατὰ τὴν ἕκτην καὶ ὀγδοηκοστὴν Ὀλυμπίαδα. ἤκουσε δὲ Σιμωνίδου.
EKQθ ὁ δὲ ἐπινίκιος οὗ ἡ ἀρχή· Ἄριστον μὲν ὕδωρ, προτέ‐
15τακται ὑπὸ Ἀριστοφάνους τοῦ συντάξαντος τὰ Πινδαρικὰ διὰ τὸ περιέχειν τοῦ ἀγῶνος ἐγκώμιον καὶ τὰ περὶ τοῦ Πέ‐ λοπος, ὃς πρῶτος ἐν Ἤλιδι ἠγωνίσατο. γέγραπται δὲ Ἱέρωνι βασιλεῖ Συρακουσίων· αἱ δὲ Συράκουσαι πόλις τῆς Σικελίας·
ὃς καὶ κτίστης ἐγένετο Αἴτνης πόλεως, ἀπὸ ὄρους αὐτῆς7

8

οὕτως αὐτὴν ὀνομάσας. ἀποστείλας δὲ οὗτος ἵππους εἰς Ὀλυμπίαν ἐνίκησε κέλητι.
EKQ Τὸ μέτρον τούτου ὑπάρχει τριάς· τριὰς δέ ἐστι ποίημα ἐν ᾧ στροφὴ, ἀντίστροφος, ἐπῳδός.
5tEPQ Πινδάρου γένος δι’ ἐπῶν.
6Πίνδαρον ὑψαγόρην Καδμηίδος οὔδεϊ Θήβης Κλειδίκη εὐνηθεῖσα μενεπτολέμῳ Δαϊφάντῳ γείνατο ναιετάουσα Κυνὸς κεφαλῆς παρὰ χώρῳ, οὐκ οἶον· ἅμα τῷ καὶ Ἐρίτιμον εἰδότα θήρην,
10εἰδότα πυγμαχίην τε παλαισμοσύνην τ’ ἀλεγεινήν. τὸν μὲν ὅτε κνώσσοντα ποτὶ χθόνα κάτθετο μήτηρ εἰσέτι παιδνὸν ἐόντα, μέλισσά τις ὡς ἐπὶ σίμβλῳ χείλεσι νηπιάχοισι τιθαιβώσσουσα ποτᾶτο. τῷ δὲ λιγυφθόγγων ἐπέων μελέων θ’ ὑποθήμων
15ἔπλετο δῖα Κόριννα· θεμείλια δ’ ὤπασε μύθων8

9

τὸ πρῶτον· μετὰ τὴν δ’ Ἀγαθοκλέος ἔμμορεν αὐδῆς, ὅς τέ ῥά οἱ κατέδειξεν ὁδὸν καὶ μέτρον ἀοιδῆς. εὖτε δ’ Ἀλεξάνδροι Φιλιππιάδαο μενοινῇ Καδμείων ἀφίκοντο Μακηδόνες ἄστεα πέρσαι,
5Πινδαρέων μεγάρων οὐχ ἥψατο θεσπιδαὲς πῦρ. ἀλλὰ τὰ μὲν μετόπισθεν. ἔτι ζώοντι δ’ ἀοιδῷ Φοῖβος ἄναξ ἐκέλευσε πολυχρύσου παρὰ Πυθοῦς ἤια καὶ μέθυ λαρὸν ἀεὶ Θήβηνδε κομίζειν. καὶ μέλος, ὡς ἐνέπουσιν, ἐν οὔρεσιν ἠυκέρως Πάν
10Πινδάρου αἰὲν ἄειδε, καὶ οὐκ ἐμέγηρεν ἀείδων. ἦμος δ’ ἐν Μαραθῶνι καὶ ἐν Σαλαμῖνι παρέσταν αἰναρέται Πέρσαι μετὰ Δάτιδος ἀγριοφώνου, τῆμος ἔτι ζώεσκεν, ὅτ’ Αἰσχύλος ἦν ἐν Ἀθήναις. τῷ δὲ Τιμοξείνη παρελέξατο δῖα γυναικῶν,
15ἣ τέκεν Εὔμητιν, μεγαλήτορα καὶ Δαΐφαντον, Πρωτομάχην δ’ ἐπὶ τοῖσιν. ἔμελψε δὲ κῦδος ἀγώνων τῶν πισύρων, μακάρων παιήονας ἐνδεδεγμένους, καὶ μέλος ὀρχηθμοῖο, θεῶν τ’ ἐρικυδέας ὕμνους, ἠδὲ μελιφθόγγων μελεδήματα παρθενικάων.
20τοῖος ἐὼν καὶ τόσσα παθὼν καὶ τόσσα τελέσσας
κάτθανεν ὀγδώκοντα τελειομένων ἐνιαυτῶν.9

10

(1t)

EPQ Πένταθλον.
2Ἅλμα ποδὸς δίσκου τε βολὴ καὶ ἄκοντος ἐρωή καὶ δρόμος ἠδὲ πάλη· μία δ’ ἔπλετο πᾶσι τελευτή. Ἅλμα πάλη δίσκευμα κοντὸς καὶ δρόμος.
5tEPQ Εἰς τοὺς ἐννέα λυρικούς.
6Ἐννέα τῶν πρώτων λυρικῶν πάτρην γενεήν τε μάνθανε, καὶ πατέρας καὶ διάλεκτον ἄθρει. ὧν Μιτυληναῖος μὲν ἔην, γεραρώτερος ἄλλων Ἀλκαῖος πρότερος, ἠχικὸς Αἰολίδης.
10ἣ δ’ ἐπὶ τῷ, ξυνὴν πάτρην φωνήν τε δαεῖσα Σαπφὼ, Κληῖδος καὶ πατρὸς Εὐρυγύου. Στησίχορος Σικελός· πάτρη δέ οἱ Ἱμέρα ἐστίν· Εὐφήμου πατρὸς, Δωρικὸς ἁρμονίην. Ἴβυκος Ἰταλὸς ἐκ Ῥηγίου ἠὲ Μεσήνης
15 Ἠελίδα πατρὸς, Δωρίδα δ’ ἡρμόσατο. Παρθενίου δὲ πατρὸς λιγυρὸς πάις ἠετιήου εἴδει μελπόμενος, Τήιος Ἀνακρέων. Πίνδαρος ἦν Θηβαῖος, ἀτὰρ πατρὸς Σκοπελίνου,
Δώριον αἰνήσας ἁρμονίην ἐπέων.10

11

ἠδὲ Σιμωνίδεω Κείου Δωριστὶ λαλοῦντος τὸν πατέρ’ αἰνήσας ἴσθι Λεωπρεπέα. ἶσα δαεὶς καὶ Κεῖος ἐὼν γενεῇ μελοποιὸς Μίλωνος πατέρος ἔπλετο Βακχυλίδης.
5Ἀλκμὰν ἐν Λυδοῖσι μέγα πρέπει· ἀλλὰ Δάμαντος ἐστὶ καὶ ἐκ Σπάρτης, Δωρίδος ἁρμονίης.
Λυρικοὶ ποιηταὶ μουσικῶν ᾀσμάτων ἐννέα· ἐννέα δὲ(D)EFK(P)Q
καὶ αἱ καθ’ ἡμᾶς τῶν θείων ᾀσμάτων ᾠδαί. τὰ δὲ ὀνόματα τῶν προειρημένων λυρικῶν εἰσὶ τάδε· Ἀλκμὰν Ἀλκαῖος Σαπφὼ(D)FKQ
10Στησίχορος Ἴβυκος Ἀνακρέων Σιμωνίδης Βακχυλίδης καὶ Πίνδαρος.
Qbr Ἐννέα δὲ οἱ λυρικοί· Ἀλκαῖος Σαπφὼ Στησίχορος Ἴβυ‐
κος Βακχυλίδης Σιμωνίδης Ἀλκμὰν Ἀνακρέων καὶ Πίνδαρος.11